Ancient Greek
1.4.1 to 1.4.3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.1-3
Not analysed yet
>Τῷ τιμιωτάτῳ ἀδελφῶ καὶ ὁμοψύχῳ Ἀλεξάνδρῳ Ἀλέξανδρος >ἐν κυρίῳ χαίρειν. >Ἠ φίλαρχος τῶν μοχθηρῶν ἀνθρώπων καὶ φιλάργυρος >ταῖς δοκούσαις ἀεὶ μείζοσι παροικίαις πέφυκεν ἐπιβουλεύειν, διὰ >κίλων προφάσεων τῶν τοιούτων ἐπιτιθεμένων τῇ >εὐσεβείᾳ. οἰστρηλατούμενοι γὰρ ὑπὸ τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς >βόλου, εἰς τὴν προκειμένην αὐτοῖς ἡδονὴν πάσης εὐλαβείας >σκιρτήσαντες, πατοῦσι τὸν τῆς κρίσεως τοῦ θεοῦ φόβον. περὶ ὧν >ἀναγκαῖον ἦν μοι τῷ πάσχοντι δηλῶοαι τῇ ὑμετέρᾳ εὐλαβείᾳ, >φυλάττησθε τοὺς τοιούτους μή τις αὐτῶν τολμήσῃ καὶ ταῖς >ραις παροικίαις ἐπιβῆναι, ἤτοι δι’ ἑαυτῶν ἱκανοὶ γὰρ πρὸς ἀπάτην οἱ γόητες) ἢ διὰ γραμμάτων ψευδῶς κεκομψευμένων, >δυναμένων ὑφαρπάσαι τὸν ἁπλῇ πίστει καὶ ἀκεραίῳ προσεοικότα. >Ἄρειος γοῦν καὶ Ἀχιλλᾶς, ουνωμοσίαν ἔναγχος ποιησάμενοι, τὴν >Κολλούθου φιλαρχίαν πολὺ χεῖρον ἢ ἐκεῖνος ἐζήλωσαν. ὁ μὲν >αὐτοῖς τούτοις ἐγκαλῶν τῆς ἑαυτοῦ μοχθηρᾶς προαιρέσεως >πρόφασιν· οἱ δὲ τὴν ἐκείνου χριοτεμπορίαν θεωροῦντες οὐκ ἔτι >ἐκκλησίας ὑποχείριοι μένειν ἐκαρτέρησαν, ἀλλ’ ἑαυτοῖς σπήλαια >οἰκοδομήσαντες ἀδιαλείπτους ἐν αὐτοῖς ποιοῦνται συνόδους, >τε καὶ μεθ’ ἡμέραν ἐν ταῖς κατὰ Χριστοῦ καὶ ἡμῶν διαβολαῖς >μενοι.