Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.4
Not analysed yet
οἳ πάσης τῆς εὐσεβοῦς ἀποστολικῆς δόξης κατηγοροῦντες >Ἰουδαϊκῷ προσχήματι χριστομάχον συνεκρότησαν ἐργαστήριον, >θεότητα τοῦ σωτῆρος ἡμῶν ἀρνούμενοι καὶ τοῖς πᾶοιν ἴσον >κηρύττοντες, πᾶσάν τε αὐτοῦ τῆς σωτηρίου οἰκονομίας καὶ δι’ >ταπεινώσεως φωνὴν ἐκλεξάμενοι ἐξ αὐτῶν συναγείρειν >τῆς ἀσεβείας ἑαυτῶν τὸ κήρυγμα, τῆς ἀρχῆθεν θεότητος αὐτοῦ >παρὰ τῶ πατρὶ δόξης ἀλέκτου τοὺς λόγους ἀποστρεφόμενοι. τὴν >γοῦν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσεβῆ περὶ Χριστοῦ δόξαν >νοντες, τὸν παρ’ αὐτοῖς ἔπαινον ὡς ἔνι μάλιστα θηρῶνται, >μὲν ὅσα καθ’ ἡμῶν παρ’ αὐτοῖς γελᾶται πραγματευόμενοι, >δὲ ἡμῖν καθ’ ἡμέραν καὶ διωγμοὺς ἐπεγείροντες· καὶ τοῦτο μὲν >καστήρια συγκροτοῦντες δι’ ἐντυχίας γυναικαρίων ἀτάκτων ἃ >τησαν, τοῦτο δὲ τὸν χριστιανισμὸν διασύροντες ἐκ τοῦ >πᾶσαν ἀγυιὰν ἀσέμνως τὰς παρ’ αὐτοῖς νεωτέρας. ἀλλὰ καὶ τὸν ἄρρηκτον τοῦ Χριστοῦ χιτῶνα, ὃν οἱ δήμιοι διελεῖν οὐκ ἐβουλεύ- σαντο, αὐτοὶ σχίσαι ἐτόλμησαν.