Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.15
Not analysed yet
>Περὶ μὲν οὖν ὅτι ὁ υἱὸς τοῦ θεοῦ οὔτε ἐξ οὐκ ὄντων γεγένηται >οὔτε ἦν ποτε ὅτε οὐκ ἦν, αὐτάρκης παιδεῦσαι Ἰωάννης ὁ εὐαγ- >γελιστὴς γράφων οὕτως περὶ αὐτοῦ· ὁ μονογενὴς υἱός, ὁ ὢν >εἰς τὸν κόλπον τοῦ πατρός«. προνοούμενος γὰρ ὁ θεῖος δει- >κνύναι διδάσκαλος ἀλλήλων ἀχώριστα πράγματα δύο, τὸν πατέρα >καὶ τὸν υἱόν, ὄντα αὐτὸν ἐν τοῖς κόλποις τοῦ πατρὸς ὠνόμασεν.