Ancient Greek
1.4.16 to 1.4.17
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.16-17
Not analysed yet
>ἀλλὰ γὰρ καὶ ὅτι τοῖς ἐξ οὐκ ὄντων γενομένοις ὁ λόγος τοῦ θεοῦ >οὐ συναριθμεῖται, πάντα ὄι αὐτοῦ γεγονέναι φησὶν ὁ αὐτὸς Ἰωάννης. τὴν γὰρ ἰδιότροπον αὐτοῦ ὑπόστασιν ἐδήλωσεν εἰπών· ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἢν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ >λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο >οὐδὲ ἕν«. εἰ γὰρ πάντα δι’ αὐτοῦ ἐγένετο, πῶς ὁ τοῖς γενομένοις >τὸ εἶναι χαρισάμενος αὐτός ποτε οὐκ ἦν; οὐ γάρ πὼς ὁ λόγος τὸ >ποιοῦν, τοῖς γενομένοις τῆς αὐτῆς εἶναι φύσεως διορίζεται· εἴ γε >αὐτὸς μὲν ἢν ἐν ἀρχῇ πάντα δὲ δι’ αὐτοῦ ἐγένετο καὶ ἐξ οὐκ ὄντων >ἐποίηοεν.