Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.29
Not analysed yet
ὃν τρόπον γὰρ ἡ ἄρρητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἶς αὐτὸς τὸ εἶναι ἐχαρίσατο, >οὕτως καὶ ἡ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεό- >τητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δι’ αὐτοῦ θέσει υἱοθετηθέντων. >ὁ μὲν γὰρ ἀτρέπτου φύσεως τυγχάνει, τέλειος ὥν καὶ διὰ πάντων >ἀνενδεής· οἱ δὲ τῇ εἰς ἑκάτερα τροπῇ ὑποκείμενοι τῆς παρὰ τούτου >βοηθείας δέονται.