Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.30
Not analysed yet
τί γὰρ ἂν καὶ προκόψαι ἔχοι ἡ τοῦ θεοῦ σοφία, >ἤ τί προσλαβεῖν ἡ αὐτοαλήθεια; ἢ ὁ θεὸς λόγος πῶς ἂν ἔχοι βελ- >τιωθῆναι ἢ ἡ ζωὴ ἢ τὸ ἀληθινὸν φὼς; εἰ δὲ τοῦτο, πόσῳ πλέον >ἀφύσικον τυγχάνει μωρίας ποτὲ δεκτικὴν γενέσθαι τὴν σοφίαν ἢ τὴν >τοῦ θεοῦ δύναμιν ἀσθενείᾳ προσπλακῆναι, ἢ ἀλογίᾳ τὸν λόγον ἀμαυρωθῆναι ἢ τῷ ἀληθινῷ φωτὶ ἐπιμιχθῆναι σκότος, τοῦ μὲν >ἀποοτόλου αὐτόθεν λέγοντος τίς κοινωνία φωτὶ πρὸς σκότος, >ἤ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ«, τοῦ δὲ Σολομῶντος >ὅτι ἀδύνατον ἂν εἴη κἂν μέχρι πρὸς ἐννοίας εὑρεθῆναι ὁδοὺς ὄφεως >ἐπὶ πέτρας, ἥτις κατὰ Παῦλόν ἐστιν ὁ Χριστός; οἱ δὲ κτίσματα >αὐτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι >προκόπτειν ἀρεταῖς ἀσκούμενοι καὶ νομίμοις ἐντολαῖς πρὸς τὸ μὴ >άμαρτάνειν.