Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.35
Not analysed yet
καὶ »υἱοὺς ἐγέν- >νησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν‘ διὰ Ἠσαίου εἰρηκέναι >τὸν θεὸν ἐδιδάχθημεν. >Πολλὰ λέγειν ἔχων, ἀγαπητοί, παρέρχομαι, φορτικὸν εἶναι νομίσας >διὰ πλειόνων διδασκάλους ὁμόφρονας ὑπομιμνήσκειν. αὐτοὶ γὰρ >ὑμεῖς θεοδίδακτοί ἐστε, οὐκ ἀγνοοῦντες ὅτι ἡ ἔναγχος ἐπανα- >στᾶσα τῇ ἐκκλησιαστικῇ εὐσεβείᾳ διδασκαλία Ἐβίωνός ἐστι καὶ Ἀρ- >τεμᾶ, καὶ ζῆλος τοῦ κατὰ Ἀντιόχειαν Παύλου τοῦ Σαμοσατέως, >συνόδῳ καὶ κρίοει τῶν ἁπανταχοῦ ἐπισκόπων ἀποκηρυχθέντος τῆς ἐκκλησίας·