Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.34
Not analysed yet
τί δὲ καὶ τὸ »ἐκ γαστρὸς >πρὸ ἑωσφόρου ἐγέννησά σε«; οὐχὶ ἄντικρυς τῆς πατρικῆς μαιώ- >σεως φυσικὴν ἐνδείκνυται υἱότητα, οὐ τρόπων ἐπιμελείᾳ καὶ προ- >κοπῆς ἀσκήσει, ἀλλὰ φύσεως ἰδιώματι ταύτην λαχόντος; ὅθεν καὶ >ἀμετάπτωτον ἔχει τὴν υἱότητα ὁ μονογενὴς υἱὸς τοῦ πατρός. τὴν >δὲ τῶν λογικῶν υἱοθεσίαν, οὐ κατὰ φύσιν αὐτοῖς ὑπάρχουσαν ἀλλὰ >τρόπων ἐπιτηδειότητι καὶ δωρεᾷ θεοῦ, καὶ μεταπτώτην οἶδεν ὁ λόγος· »ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώ- >πων ἔλαβον ἑαυτοῖς γυναῖκας« καὶ τὰ ἑξῆς·