Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.37
Not analysed yet
καὶ οὐκ οἶδ’ ὅπως ἐν Συρίᾳ χειροτονη- >θέντες ἐπίσκοποι τρεῖς, διὰ τὸ συναινεῖν αὐτοῖς, ἐπὶ τὸ χεῖρον >ὑπεκκαίουσι, περὶ ὧν ἡ κρίσις ἀνακείσθω τῇ ὑμετέρᾳ δοκιμασίᾳ· οἳ >τὰς μὲν τοῦ σωτηρίου πάθους ταπεινώσεως τε καὶ κενώσεως καὶ >τῆς καλουμένης αὐτοῦ πτωχείας καὶ ὢν ἐπικτήτους ὁ σωτὴρ δι’ >ἡμᾶς ἀνεδέξατο φωνὰς διὰ μνήμης ἔχοντες, παρατίθενται ἐπὶ παρα- >φυσικῆς τῆς ἀνωτάτω καὶ ἀρχῆθεν αὐτοῦ θεότητος, τῶν δὲ τῆς >φυσικῆς αὐτοῦ δόξης τε καὶ εὐγενείας καὶ παρὰ τῷ πατρὶ μονῆς >σημαντικῶν λόγων ἐπιλήσμονες γεγόνασιν· οἶόν ἐστι τὸ »ἐγὼ καὶ >ὁ πατὴρ ἕν ἐσμεν«.