Ancient Greek
1.4.38 to 1.4.40
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.38-40
Not analysed yet
ὅπερ φηοὶν ὁ κύριος, οὐ πατέρα ἑαυτὸν ἀνα- >γορεύων οὐδὲ τὰς τῇ ὑποστάσει δύο φύσεις μίαν εἶναι σαφηνίζω >ἀλλ᾿ ὅτι τὴν πατρικὴν ἐμφέρειαν ἀκριβῶς πέφυκε σώζειν ὁ υἱὸς τοῦ >πατρός, τὴν κατὰ πάντα ὁμοιότητα αὐτοῦ ἐκ φύσεως ἀπομαξάμενος >καὶ ἀπαράλλακτος εἰκὼν τοῦ πατρὸς τυγχάνων καὶ τοῦ πρωτοτύπου >ἔκτυπος χαρακτήρ. ὅθεν καὶ τῷ τηνικαῦτα ποθοῦντι ἰδεῖν Φιλίππῳ >ἀφθόνως ὁ κύριος ἐμφανίζει, πρὸς ὃν λέγοντα »δεῖξον ἡμῖν τὸν >πατέρα« λέγει· »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«, ὡσπερ >δι᾿ ἐσόπτρου ἀκηλιδώτου καὶ ἐμψύχου θείας εἰκόνος αὐτοῦ θεωρου- >μένου τοῦ πατρός. ὢν ὅμοιον ἐν Ψαλμοῖς οἱ ἁγιώτατοί φασιν. »ἐν >τῷ φωτί σου ὀψόμεθα φῶς«. διὸ δὴ καὶ ὁ τιμῶ, τὸν υἱὸν τιμᾷ >τὸν πατέρα, καὶ εἰκότως· πᾶσα γὰρ ἀσεβὴς φωνὴ εἰς τὸν υἱὸν λέ- >γεσθαι τολμωμένη εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει. Καὶ τί λοιπὸν ἔτι θαυμαστὸν ὃ μέλλω γράφειν, ἀγαπητοί, εἰ >τὰς κατ’ ἐμοῦ ψευδεῖς διαβολὰς καὶ τοῦ εὐσεβεστάτου ἡμῶν λαοῦ >ἐκθήσομαι;