Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.47
Not analysed yet
>ἅπερ οὐ παρ’ ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι >κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου >φωνῆς καὶ διδασκούσης· »οὐδεὶς οἶδε τίς ἐστιν ὁ πατήρ, εἰ μὴ >ὁ υἱός· καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ‘. >ἄτρεπτον τοῦτον καὶ ἀναλλοίωτον ὡς τὸν πατέρα, ἀπροσδεῆ καὶ >τέλειον υἱόν, ἐμφερῆ τῷ πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ >λειπόμενον ἐκείνου. εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη καὶ ἀπαρἀλλα- >κτος τοῦ πατρός.