Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.48
Not analysed yet
πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη δι’ ὢν ἡ >μείζων ἐμφέρεια, δῆλον ὡς αὐτὸς ἐπαίδευσεν ὁ κύριος ὁ πατήρ >μου« λέγων »μείζων μού ἐστὶ. καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι >τὸν υἱὸν ἐκ τοῦ πατρὸς πιστεύομεν· ἀπαύγασμα γάρ ἐστι τῆς >δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως. ἀλλὰ μή τις >τὸ ἀεὶ πρὸς ὑπόνοιαν ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ τῆς >ψυχῆς αἰοθητήρια πεπωρωμένοι·