Ancient Greek
Book 1, Chapter 4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.52
Not analysed yet
οὐκοῦν τῷ μὲν ἀγεννήτῳ >πατρὶ οἰκεῖον ἀξ)ίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον >λέγοντας· τῷ δὲ υἱῷ τὴν ἁρμόζουσαν τιμὴν ἀπονεμητέον, τὴν ἄναρχον αὐτώ παρὰ τοῦ πατρὸς γέννησιν ἀνατιθέντας· καὶ ὡς >ἐφθάσαμεν αὐτῷ σέβας ἀπονέμοντες, μόνον εὐσεβῶς καὶ εὐφήμως >τὸ ἢν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων λέγοντες ἐπ’ αὐτοῦ, τὴν μέντοι >θεότητα αὐτοῦ μὴ παραιτούμενοι, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ χαρακτῆρι >τοῦ πατρὸς ἀπηκριβωμένην ἐμφέρειαν κατὰ πάντα ἀνατιθέντες, τὸ >δὲ ἀγέννητον τῷ πατρὶ μόνον ἰδίωμα παρεἷναι δοξάζοντες, ἅτε δὴ >καὶ αὐτοῦ φάσκοντος τοῦ σωτῆρος· ὁ πατήρ μου μείζων μού ἐστι«.