Ancient Greek
1.4.49 to 1.4.51
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.4.49-51
Not analysed yet
οὔτε γὰρ τὸ ἦν, οὔτε τὸ ἀεί, οὔτε >τὸ πρὸ αἰώνων ταὐτόν ἐστι τῷ ἀγεννήτῳ. ἀλλ’ οὐδ’, ὁτιοῦν ἀνθρώ- >πων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον ὡς καὶ >ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω καὶ τεθάρρηκα τῇ περὶ πάντων >ὑμῶν ὀρθῇ προθέσει), κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων >τὸ ἀγέννητον δηλούντων. ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις >ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ’ ἀξίαν τοῦ μονογενοῦς θεότητα >καὶ οἶον ἀρχαιότητα σημαίνειν μὴ δυναμένων, τῶν δὲ ἁγίων ἀνδρῶν >ὡς δύναμις ἑκάστῳ ἐμφανίσαι τὸ μυστήριον βιαζομένων καὶ συγ- >γνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δι’ εὐλόγου ἀπολογίας διὰ >τοῦ λέγειν· εἰς ἃ ἐφθάσαμεν. εἰ δέ τι παρὰ τὸ ἀνθρώπινον διὰ >χειλέων φθέγμα μεῖζόν τι προσδοκῶσιν οἱ ἄνδρες, τὰ ἐκ μέρους >αὐτοῖς γνωσθέντα καταργεῖσθαι λέγοντες, δῆλον ὅτι πολὺ τοῦ >ἐλπιζομένου λείπεται τὸ ἦν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων· ὅπερ >δ᾿ ἂν ἡ, οὐκ ἔστι ταὐτὸν τῷ ἀγεννήτῳ.