Ancient Greek · ~3 min
Book 1, Chapter 5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.5.1
Not analysed yet
»Κθρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ θεοῦ, πιστῷ, ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἦς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν. >Τοῦ πατρός μου Ἀμμωνίου ἐρχομένου εἰς τὴν Νικομήδειαν, >εὔλογον ὀφειλόμενον ἐφάνη προσαγορεῦσαί σε δι’ αὐτοῦ ὁμοῦ τε καὶ >ὑπομνῆσαι τὴν ἔμφυτόν ὅου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις εἰς τοὺς >ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριοτὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς >ἐκπορθεῖ καὶ ἐκδιώκει καὶ πάντα κάλων κινεῖ καθ’ ἡμῶν ὁ ἐπίσκο- >πος, ὥστε καὶ ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους >ἐπειὁὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεός, ἀεὶ υἱός· >ἅμα πατήρ, ἅμα υἱός· συνυπάρχει ἀγεννήτως ὁ υἱὸς τῷ θεῷ, ἀειγενής >ἐστιν, ἀγεννητογενής ἐστιν. οὔτε ἐπινοίᾳ οὔτε ἀτόμῳ τινὶ προάγει >ὁ θεὸς τοῦ υἱοῦ· ἀεὶ θεός, ἀεὶ υἱός· ἐξ αὐτοῦ ἐστι τοῦ θεοῦ ὁ υἱός‘.