Ancient Greek
1.5.2 to 1.5.3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.5.2-3
Not analysed yet
>καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ὁ ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ >Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ >κατὰ τὴν Ἀνατολὴν λέγουσιν ὅτι προυπάρχει ὁ θεὸς τοῦ υἱοῦ >ἀνάρχως, ἀνάδεμα ἐγένοντο, δίχα μόνου Φιλογονίου καὶ Ἑλλανίκου >καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων >οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολήν, οἱ δὲ συναγέννητον. καὶ τούτων >τῶν ἀσεβειῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν >ἐπαπειλῶσιν οἱ αἱρετικοί. Ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν καὶ >ἐιδάξαμεν καὶ διδάσκομεν; ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγέννητος οὐδὲ >μέρος ἀγεννήτου κατ’ οὐδένα τρόπον, οὔτε ἐξ ὑποκειμένου τινός, >ἀλλ᾿ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων >πλήρης θεός, μονογενής, ἀναλλοίωτος·