Ancient Greek · ~2 min
Book 1, Chapter 7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.7.10
Not analysed yet
παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ ἦς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών Φιλογόνιος γὰρ, οὑ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ’ ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ καταηνάγκασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὕτος τοῖ, ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο.