Ancient Greek
Book 1, Chapter 7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.7.11
Not analysed yet
παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ᾿ αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολεμίνων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύπατος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας.