Ancient Greek
1.7.3 to 1.7.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.7.3-6
Not analysed yet
ὀκτωκαίδεκα δὲ καὶ τριακόσιοι συνῆλθον ἀρχιερεῖς. ὁ δὲ τῆς Ῥώμης διὰ γῆρας ἀπελείφθη βαθύ· δύο μέντοι πρεσβυτέρους ἀπέστειλε, συνθέσθαι τοῖς πραττομένοις παρεγγυήσας. Ἦσαν δὲ κατ’ ἐκεῖνον τὸν χρόνον πολλοὶ μὲν ἀποστολικοῖς χαρί- σμασι διαπρέποντες, πολλοὶ δὲ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ, κατὰ τὸν θεῖον ἀπόστολον, ἐν τῷ σώματι φέροντες. Ἰάκωβος μὲν γὰρ ὁ Ἀντιοχείας τῆς Μυγδονίας Σύροι δὲ αὐτὴν καὶ Ἀσσύριοι Νίσιβιν ὁνομάζουσι) καὶ νεκροὺς ἀνέστησε καὶ τοῖς ζῶσι συνέταξε καὶ ἄλλα μυρία εἰργάσατο θαύματα· ἃ περιττὸν ἡγοῦμαι τῇδε πάλιν ἐνθεῖναι τῇ συγγραφῆ, ἐν τῇ Φιλοθέῳ ταῦτα διηγησάμενος Ἱστορίᾳ. Παῦλος δὲ ὁ Νεοκαισαρείας φρούριον δὲ τοῦτο ταῖς τοῦ Εὐφράτου παρα- κείμενον ὄχθαις) τῆς Λικιννίου παραπήλαυσε λύττης. ἄμφω γὰρ ἢν τὼ χεῖρε πεπεδημένος σιδήρου πεπυρακτωμένου προσβαλόντος αὐταῖς καὶ τὰ κινητικὰ τῶν ἄρθρων νεῦρα συστείλαντος καὶ νεκρώσαντος. ἕτεροι δὲ ὀρωρυγμένους εἶχον τοὺς δεξιοὺς ὀφθαλμούς, ἄλλοι δὲ τὰς ἀγκύλας ἐκκεκομμένοι τὰς δεξιάς· εἶς τούτων ἢν Παφνούτιος ὁ Αἰγύπτιος· καὶ ἁπαξαπλῶς ἦν ἰδεῖν δῆμον μαρτύρων κατὰ ταὐτὸν συνηθροισμένον.