Ancient Greek
Book 1, Chapter 7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.7.7
Not analysed yet
οὐκ ἢν δ᾿ ὅμως ἄμοιρος τῶν ἐναντίων ὁ θεῖος οὕτος καὶ ἀοίδιμος ὅμιλος· ἀλλ’ ἦσάν τινες, εὐαρίθμητοι μέν ὕπουλοι δὲ καὶ τὰ βράχη μιμούμενοι, καὶ τὴν πονηρίαν καλύπτοντες καὶ ταῖς Ἀρείου βλασφημίαις οὐ προφανῶς συνηγοροῦντες. Συνεληλυθότων δὲ πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ηὐτρέπισεν βασιλεύς, βάθρα καὶ θρόνους ὅτι μάλιστα πλείστους ἐν τούτῳ τεθῆναι κελεύσας τῷ τῶν ἀρχιερέων ἀποχρώντως συλλόγῳ.