Ancient Greek · ~5 min
1.8.2 to 1.8.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.8.2-6
Not analysed yet
ἐπὶ πάντων δὲ ἀναγνωσθέν, >αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτη- >κόοις προὐξένει, αἰσχύνην δ’ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν. >ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ >παρανόμου γράμματος διαρραγέντος ὑπ’ ὄψει πάντων ὁμοῦ, τινὲς >ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν >ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. οἱ δ᾿ Ἀρειομανῖται, δείσαντες >μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακι- >σθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, >συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί. τῶν δὲ προεδριῶν >διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν >λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφι- >σθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. >βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι >τοὺς ἐπιγνώμονας ἐκκλίνουσι τοὺς ἐφόρους καὶ ταύτῃ τοὺς τῆς >εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν. οὐχ οὕτως δὲ πιστεύομεν ὡς ἀν- >θρώπους ἀθέοις δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου. κἂν γὰρ >πάλιν ἰσχύσωσι, πάλιν ἡττηθήσονται, κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαΐαν. «Ταῦτα μὲν οὑν ὁ μέγας Εὐστάθιος. ὁ δὲ τούτου συναγωνιστὴς καὶ τῆς ἀληθείας πρόβολος Ἀθανάσιος, ὁ τῆς Ἀλεξάνδρου τοῦ πανευ- φήμου προεδρίας διάδοχος, οἶς πρὸς τοὺς Ἄφρους ἐπιστέλλων γέγραφε καὶ ταῦτα προστέθεικε·