Ancient Greek
Book 1, Chapter 8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.8.7
Not analysed yet
»Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ >τῶν Ἀρεικῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ >ὄντων καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν υἱὸν καὶ τὸ ἢν ποτε >ὅτε οὐκ ἢν καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας >γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστι, >λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, »θεὸς ἀληθινός«, ὡς >εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦλος »ἀληθινός«, τῆς >δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως«, οἱ περὶ >Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις·