Ancient Greek
Book 1, Chapter 9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.9.6
Not analysed yet
>τοσοῦτον δὲ ἴσχυσεν αὐτοῦ ἡ ἀσέβεια ὡς καὶ παραπολαῦσαι Θεωνᾶν >τὸν ἀπὸ Μαρμαρικῆς καὶ Σεκοῦνδον τὸν ἀπὸ Πτολεμαΐδος· τῶν γὰρ >αὐτῶν κἀκεῖνοι τετυχήκασιν. >Ἀλλ᾿ ἐπειδὴ ἡ τοῦ θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ >τῆς βλασφημίας καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν >καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ ἠλευθέ- >ρωσε τὴν Αἴγυπτον, ἐλείπετο δὲ τὰ κατὰ τὴν προπέτειαν Μελιτίου >καὶ τῶν ὑπ᾿ αὐτοῦ χειροτονηθέντων, καὶ περὶ τούτου τὰ δόξαντα >τῇ συνόδῳ ἐμφανίξομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί.