Ancient Greek
Book 1, Chapter 9
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.9.7
Not analysed yet
ἔδοξε μὲν οὖν 20— S. 41, 5 vgl. Sozomen. I 24 >Μελίτιον, φιλανθρωπότερον κινηθείσης τῆς συνόδου κατὰ γὰρ τὸν >ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἢν), μένειν ἐν τῇ πόλει >ἑαυτοῦ καὶ μηδεμίαν ἐξουσίαν ἔχειν μήτε προχειρίζεσθαι μήτε >χειροθετεῖν μήτε ἐν χώρᾳ ἢ πόλει τινὶ φαίνεσθαι ταύτης τῆς προθέσεως ἕνεκεν, ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι· τοὺς δὲ ὑπ’ αὐτοῦ >κατασταθέντας, μυστικωτέρᾳ χειροτονίᾳ βεβαιωθέντας, κοινωνηθῆναι >ἐπὶ τούτοις ἐφ’ ᾤ’ τε ἔχειν μὲν αὐτοὺς καὶ λειτουργεῖν, δευτέροις δὲ >εἶναι ἐξ ἅπαντος τῶν ἐν ἑκάστῃ παροικίᾳ καὶ ἐκκλησίᾳ ἐξεταζομένων >ὑπὸ τὸν τιμιώτατον καὶ συλλειτουργὸν ἡμῶν Ἀλέξανδρον >προκεχειροτονημένων· ὡς τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἶναι τοὺς >μένους αὐτοῖς προχειρίζεσθαι ἢ ὑποβάλλειν ὄνομα ἢ ὅλως ποιεῖν τι >χωρὶς τῆς γνώμης τοῦ τῆς καθολικῆς καὶ· ἀποστολικῆς ἐκκλησίας >ἐπισκόπου τῶν ὑπὸ Ἀλέξανδρον·