Ancient Greek
2.16.27 to 2.16.29
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.16.27-29
Not analysed yet
μετὰ δύο ἡμέρας κριθέντος Λιβερίου καὶ μὴ μετα- τεθέντος τοῦ λογισμοῦ, εἶπεν ἐξορισθῆναι εἰς τὴν Βέροιαν τῆς Θρᾴκης. ἐκβάντος δὲ Λιβερίου, ὁ βασιλεὺς ἀπέστειλεν αὐτῷ πεντακοσίους ὁλοκοτίνους εἰς δαπάνας. Λιβέριος εἶπε τῷ προσκομίσαντι· »ἄπελθε, δὸς αὐτὰ τῷ βασιλεῖ· χρείαν γὰρ ἔχει δοῦναι τοῖς στρατιώταις αὐτοῦ«. ὁμοίως ἡ βασίλισσα ἔπεμψεν αὐτῷ τὰ αὐτό. Λιβέριος εἶπεν· »ἀπόδος αὐτὰ τῷ βασιλεῖ· χρείαν γὰρ αὐτῶν ἔχει εἰς τὴν τῶν στρατιωτῶν ἐξοδίασιν. ἐὰν δὲ μὴ χρείαν ἔχῃ ὁ βασιλεύς, δότω αὐτὰ Αὐξεντίῳ καὶ Ἐπικτήτῳ· χρείαν γὰρ ἔχουσιν αὐτῶν«. ὡς δὲ παρ’ αὐτῶν οὐκ ἔλαβεν, Εὐσέβιος ὁ εὐνοῦχος προσφέρει αὐτῷ ἑτέρους. Λιβέριος δὲ εἶπεν αὐτῷ· »τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς καταδίκῳ ἐλεημοσύνην μοι προσφέρεις; ἄπελθε, πρῶτον γενοῦ Κριστιανός«. καὶ μετὰ τρεῖς ἡμέρας μηδὲν δεξάμενος ἐξωρίσθη.