Ancient Greek
2.17.1 to 2.17.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.17.1-2
Not analysed yet
Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβεν. δύο δὲ διεληλυθότων ἐτῶν ὁ μὲν Κωνστάντιος εἰς τὴν Ῥώμην ἀφίκετο· αἱ δὲ τῶν ἐν τέλει καὶ ἀξιωμάτων ὁμόζυγοι τοὺς ἄνδρας ἐλιπάρουν ἱκετεῦσαι τὸν Κωνστάντιον ἀποδοῦναι τὸν νομέα τῇ ποίμνῃ, φάσκουσαι εἰ μὴ πείσαιεν, αὐτοὺς μὲν καταλείψειν, πρὸς δὲ τὸν μέγαν ἐκεῖνον δραμεῖσθαι ποιμένα. οἱ δὲ ἔφασαν δεδιέναι τὸν βασιλέως θυμόν· »ανδρας γὰρ ὄντας οὐδεμιᾶς ἴσως ἀξιώσει συγγνώμης, ὑμῖν δὲ ἀντιβολούσαις φειδοῦς δήπουθεν μεταδώσει καὶ δυοῖν θάτερον ἢ τὴν ἱκετηρίαν δέξεται, ἢ μὴ πειθόμενος ἀπαθεῖς ἀποπέμψει«. ταύτην δεξάμεναι τὴν εἰσήγησιν αἱ ἐξιέπαινοι γυναῖκες μετὰ τῆς συνήθους πολυτελείας προσῆλθον τῷ βα- σιλεῖ, ὅπως περιφανεῖς ἐκ τῆς ἐσθῆτος ὑπολαβὼν αἰδοῦς αὐτὰς καὶ φειδοῦς ἀξιώσῃ.