Ancient Greek
2.22.10 to 2.22.12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.22.10-12
Not analysed yet
>ἥτις ἐν Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη >διηνεκεῖ βεβαιότητι καθεκτέαν εἶναι, καὶ μεθ’ ἡμῶν τοὺς >Ἀνατολικούς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς ἐπιγινώσκουσι, τοὺς δὲ >Δυτικοὺς καυχᾶσθαι· πιστεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοσοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι >καὶ περιαιρεθήσεσθαι απ αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα, ὥστε >λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀναπνεῦσαι. οὐδενὶ γὰρ >τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε >ὑπὸ τῆς πλάνης κατέχονται. συμφωνείτω τοίνυν μετὰ πάντων >τοῦ θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ἡ >παγίους καὶ βεβαίους εἶναι πιστεύομεν· οὕτω καὶ ἡμεῖς μεθ’ >ὀρθῶς πιστεύειν ὀφείλομεν. τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας >εὐφράνατε ἡμᾶς. ἔρρωσθε, ἀδελφοὶ. «