Ancient Greek
Book 2, Chapter 23
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.23.1
Not analysed yet
Καὶ Ἀθανάσιος δὲ ὁ μέγας ἐν τῇ πρὸς τοὺς Ἄφρους Ἐπιστολῇ τοιαῦτα περὶ τῆς ἐν Ἀριμήνῳ συνόδου διέξεισι· »Τούτων δὲ οὕτως δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμη- >νον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ >μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν πατέρων, τὰ δὲ νεώτερα >τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα >τίς δὲ τούτοις συνελθεῖν ἐθελήσει, ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν >δεχομένοις; οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ >είπαμεν, συνόδοις ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν ἑκάστης >κατήγοροι γινόμενοι πάσχουσι δὲ τοῦτο,