Ancient Greek · ~7 min
2.23.2 to 2.23.8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.23.2-8
Not analysed yet
οἷον καὶ οἱ τότε τῶν >Ἰουδαίων προδόται πεπόνθασιν. ὡς γὰρ ἐκεῖνοι καταλείψαντες >μόνην πηγὴν τοῦ ὕδατος ὕδατος ὤρυξαν ἑαυτοῖς λάκκους >οὐ δυνήσονται ὕδωρ συνέχειν« γέγραπται δὲ τοῦτο παρὰ >προφήτῃ Ἱερεμίᾳ) οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν σύνοδον ὤρυξαν ἑαυτοῖς συνόδους πολλὰς καὶ πᾶσαι κεναὶ παρ’ αὐ- >τοῖς ὡς »δράγμα μὴ ἔχον ἰσχὺν‘ ἐφάνησαν. μὴ τοίνυν ἀνεχώμεθα >τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν >Νικαίᾳ γενομένην. καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον >ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα, ἢ γὰρ ἂν ἐσιώπησαν. >Οἴδατε γάρ, ἀγαπητοί, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων >ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης >καὶ Αὐξέντιος (ἐκεῖ δὲ ἢν σὺν αὐτοῖς καὶ Δημόφιλος) >θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν, ὅτε >ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν παρῃτήσαντο καὶ μᾶλλον ἠθέλησαν εἶναι προστάται. οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς δοῦλοι δοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες (ἠσαν δὲ ἐγγύς που διακόσιοι), >ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ >παρ᾿ ἐκείνην ζητεῖν ἢ φρονεῖν. ταῦτα καὶ Κωνσταντίῳ >τῷ καὶ τὴν σύνοδον γενέσθαι κελεύσαντι. ἀλλ’ οἱ ἐν τῇ Ἀριμήνῳ >καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν >σθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς ἰδίας παροικίας τοὺς κατ’ αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν >τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι ὥστε τῶν παρ’ αὐτῶν >μένων ἀνέχεσθαι. >Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον >τὴν καθαίρεσιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ >λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν >ὁμολογηθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ’ ἐκείνην. ἀλλὰ >ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα >λονται. ἐξ ὢν δείκνυνται τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι >δὲ τῆς ὑγιαινούσης πίστεως. καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον τὰς παρ’ ἐκείνων ἐάν τις ἀντεξετάξειν ἐκ παραλλήλου ἐθέλοι, εὕροι >ἂν τῶν μὲν τὴν θεοσέβειαν, τούτων δὲ τὴν ἀλογίαν.