Ancient Greek · ~2 min
Book 2, Chapter 30
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.30.8
Not analysed yet
ὁ γὰρ θεῖος ἐκεῖνος ἀνήρ, διὰ προσευχῆς καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε· καὶ ταῦτα ἔδρα οὐ τῷ τείχει πελάζων, ἀλλ’ ἔνδον ἐν τῷ θείῳ νεῷ τὸν κύριον τῶν ὅλων ἀντιβολῶν. τὸν δὲ Σαβώρην οὐ μόνον τῆς οἰκοδομίας τὸ τάχος κατέπληξεν, ἀλλὰ καὶ ἑτέρα ὄψις ἐξεδειμάτωσεν.