Ancient Greek · ~6 min
2.30.9 to 2.30.14
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.30.9-14
Not analysed yet
εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ τὸ βασιλικὸν περικείμενον σχῆμα καὶ τῆς τε ἁλουργίδος τοῦ τε διαδήματος αἴγλην ἐκπεμπομένην τοπάσας δὲ εἶναι τῶν Ῥωμαίων τὸν βασιλέα, θάνατον ἠπείλησε τοῖς μὴ παρεἷναι τοῦτον ἀπηγγελκόσιν. ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παρ’ αὐτῶν εἰρημένα καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα καὶ τὸν θεὸν ἴφη τῶν Ῥωμαίων ὑπερμαχεῖν. καὶ δυσχεράνας ὁ δείλαιος βέλος ἀφῆκεν εἰς τὸν ἀέρα εἰδὼς μὲν ὡς οὐ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών. Τότε Ἐφραὶμ ὁ θαυμάσιος συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο) τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους καὶ τοὺς βαρβάρους ἰδεῖν καὶ τῆς ἀρᾶς κατ’ αὐτῶν ἀφιέναι τὰ βέλη. ἄξας δὴ οὖν ὁ θεσπέσιος ἄνθρωπος ἀνέβη μὲν εἴς τίνα πύργον· τὸ δὲ μυρίον πλῆθος ἰδών, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀράν, σκνίπας δὲ αὐτοῖς τοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν ζωϋφίων τοῦ ἐπαρκοῦντος ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν. εἵπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη, καὶ τῶν μὲν ἐλεφάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵππων καὶ τῶν ἄλλων κτηνῶν ἆ τε ὤτα καὶ τὰς ῥῖνας. οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωϋφίων τὴν προσβολὴν τούς τε ῥυτῆρας ἀπέρφηξαν καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, καὶ τήν τε τάξιν συνέχεαν τό τε στρατόπεδον καταλιπόντες ἔφυγον κατὰ κράτος. οὕτως ὁ τρισάθλιος βασιλεύς, τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσεβούντων προμηθουμένου θεοῦ μεμαθηκὼς τὴν ἰσχύν, ἀνέζευξεν ἐκεῖθεν, αἰσχύνην οὐ νίκην ἐκ τῆς πολιορκίας δρεψάμενος.