Ancient Greek
2.8.16 to 2.8.17
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.16-17
Not analysed yet
>Ταῦτα τοίνυν συνορῶντες, εἰς στενὸν εἶχον τὰ τῆς προαιρέσεως. >αἰσχυνόμενοι γὰρ ἃ δεδράκασι, διὰ τὸ μὴ δύνασθαι ἔτι ταῦτα >πτεσθαι ἀπήντησαν εἰς τὴν Σάρδεων πόλιν, ἵνα διὰ τῆς >ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι. ἰδόντες οὖν >τοὺς παρ΄ αὐτῶν συκοφαντηθέντας καὶ τοὺς παρ’ αὐτῶν >τοὺς κατηγόρους, τοὺς ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες, >οὐκ ἐδύναντο κληθέντες, καίτοι τῶν συλλειτουργῶν ἡμῶν >καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ πολλῇ τῇ παρρησίᾳ χρωμένων >ἀποδυρομένων καὶ ἐπικειμένων καὶ προκαλουμένων αὐτούς, >ἐπαγγελλομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν ἀλλὰ καὶ >κνύναι ὅσα κατὰ τῶν ἐκκλησιῶν αὐτῶν ἐπλημμέλησαν.