Ancient Greek · ~7 min
2.8.9 to 2.8.15
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.9-15
Not analysed yet
ἀλλ’ οὐκ ἦλθον κληθέντες, καθὼς προείπομεν, δεικνύντες >καὶ ἐκ τούτων τὴν συκοφαντίαν αὐτῶν καὶ μόνον οὐχὶ τὴν >ἐπιβουλὴν καὶ τὴν συσκευὴν ἣν πεποιήκασι βοῶντες διὰ τῆς >παραιτησεως. οἱ γὰρ θαρροῦντες οἶς λέγουσι, τούτοις καὶ εἰς πρόσωπον >συστῆναι δύνανται. ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν >μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουρυεῖν ἐθελήσωσιν, ὅτι μηδὲν >ἔχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τούτους μὲν >διαβαλλουσιν ἀπόντας, παρόντας δὲ διαφεύγουσιν. >Ἔφυγον γάρ, ἀγαπητοὶ ἀδελφοί, οὐ μόνον διὰ τὴν κατὰ τούτων >συκοφαντίαν, ἀλλ’ ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκλήμασιν >ἐγκαλοῦντας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας. δεσμὰ γὰρ ἢν καὶ σίδηρα προ- >φερόμενα· καὶ ἀπ’ ἐξορίας ἐπανελθόντες ἄνθρωποι, καὶ παρὰ τῶν >ἔτι κατεχομένων ἐν ἐξορίαις ἐλθόντες ἤσαν συλλειτουρυοί· συγγενεῖς >καὶ φίλοι δὲ τῶν δι’ αὐτοὺς ἀποθανόντων παρεγένοντο· καὶ τὸ >μέγιστον, ἐπίσκοποι παρῆσαν, ὢν ὁ μὲν τὰ σίδηρα καὶ τὰς πατήνας >προέφερεν ἃ δι’ αὐτοὺς ἐφόρεσεν, οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς >θάνατον ἐμαρτύραντο. εἰς τοσοῦτον γὰρ ἔφθασαν ἀπονοίας ὡς καὶ >ἐπίσκοπον ἐπιχειρεῖν ἀνελεῖν· καὶ ἀνεῖλον ἂν εἰ μὴ ἐξέφυγε >χεῖρας αὐτῶν. ἀνέστη γοῦν ὁ συλλειτουρυὸς ἡμῶν ὁ μακαρίτης >δουλος, φεύγων αὐτῶν τὴν διαβολήν· κεκέλευστο γὰρ ἐκ >αὐτῶν ἀποθανεῖν. ἄλλοι δὲ ξιφῶν πληγὰς ἐπεδείκνυντο, >λιμὸν ὑπομεμενηκέναι παρ’ αὐτῶν ἀπωδύροντο. καὶ ταῦτα οὐχ οἱ >τυχόντες ἐμαρτύρουν ἄνθρωποι, ἀλλ’ ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ >οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον, στρατιώτας >ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπειλάς, πλαστῶν γραμμάτων >βολάς (ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεογόνιον κατὰ τῶν >συλλειτουργῶν ἡμῶν, Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, >καὶ βασιλέας κατ’ αὐτῶν κινήσωσι· καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι >τότε διάκονοι Θεογονίοτ), πρὸς τούτοις παρθένων γυμνώσεις, >πρησμοὺς ἐκκλησιῶν, φυλακὰς κατὰ τῶν συλλειτουργῶν· καὶ >πάντα δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν >μανιτῶν. οἱ γὰρ παραιτούμενοι τὴν πρὸς τούτους χειροτονίαν >κοινωνίαν ἀνάγκην εἶχον πειραθῆναι τούτων.