Ancient Greek · ~2 min
2.8.28 to 2.8.29
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.28-29
Not analysed yet
>Εἰσὶ δὲ τούτων μετὰ τοὺς περὶ Εὐσέβιον νῦν ἔξαρχοι Θεόδωρος >ἀπὸ Ἡρακλείας, Νάρκισσος ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Στέφανος >ἀπὸ Ἀντιοχείας, Γεώργιος ἀπὸ Λαοδικείας, Ἀκάκιος ἀπὸ Καισαρείας >τῆς Παλαιστίνης, Μηνόφαντος ἀπὸ Ἐφέσου τῆς Ἀσίας, Οὐρσάκιος >ἀπὸ Σιγγιδούνου τῆς Νυσίας, Οὐάλης ἀπὸ Μυρσοῦ τῆς Παννονίας. >καὶ γὰρ οὗτοι τοῖς σὺν αὐτοῖς ἐλθοῦσιν ἀπὸ τῆς Ἑῴας οὐκ ἐπέ- >τρεπον οὔτε εἰς τὴν ἁγίαν σύνοδον εἰσελθεῖν οὔτε ὅλως εἰς τὴν >ἐκκλησίαν τοῦ θεοῦ παραβαλεῖν συνεχώρησαν.