Ancient Greek · ~2 min
Book 2, Chapter 8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.30
Not analysed yet
καὶ ἐρχόμενοι δὲ εἰς >τὴν Σαρδικὴν κατὰ τόπους συνόδους ἐποιοῦντο πρὸς ἑαυτοὺς καὶ >συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σαρδικὴν >μηδ᾿ ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν, μήτε ἐπὶ τὸ αὐτὸ συνελθεῖν τῇ >ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας καὶ ἀφοσιώσει τὴν >ἑαυτῶν ἐπιδημίαν ἐπιδειξαμένους ταχέως φυγεῖν. ταῦτα γὰρ γνῶναι >δεδυνήμεθα παρὰ τῶν συλλειτουρυῶν ἡμῶν Μακαρίου ἀπὸ Παλαι- >στίνης καὶ Ἀοτερίου ἀπὸ Ἀραβίας, τῶν ἐλθόντων σὺν αὐτοῖς καὶ >ἀναχωρησάντων ἀπὸ τῆς ἀπιστίας αὐτῶν.