Ancient Greek
Book 2, Chapter 8
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.7
Not analysed yet
μαρτυροῦντες μὲν >τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου. τὰ δὲ >τῶν περὶ Εὐσέβιον γενόμενα οὐδὲν ἕτερον ἢ ψεύδη καὶ >εἶναι μεστά. εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ >ἀγαπητοῦ καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ >γραφέντων παρὰ τοῦ αὐτοῦ ἐπισκόπου Ἰουλίου φανερὰ τούτων >συκοφαντία πέφηνεν (ἠλθον γὰρ ἂν εἴπερ ἐθάρρουν >καὶ πεποιήκασι κατὰ τῶν συλλειτουρυῶν ἡμῶν), ὅμως καὶ ἐξ >πεποιήκασιν ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, φανερωτέραν >ἑαυτῶν συσκευὴν ἀπέδειξαν. ἀπαντήσαντες γὰρ εἰς τὴν >πόλιν, ἰδόντες τοὺς ἀδελφοὺς ἡμῶν Ἀθανάσιον καὶ Μάρκελλον >᾿Ασκληπᾶν καὶ τοὺς ἄλλους, ἐφοβήθησαν εἰς κρίσιν ἐλθεῖν.