Ancient Greek
2.8.4 to 2.8.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 2.8.4-6
Not analysed yet
ἴσως γὰρ καὶ εἰς ὑμὰς >αὐτοὺς ἔφθασαν αἱ διαβολαί, ὡς καὶ τὰς ἡμετέρας ἀκοὰς >παρασαλεῦσαι, ἵνα κατὰ μὲν τῶν ἀθῴων ἃ λέγουσι πιστεύηται, >δὲ τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως ὑπόνοιαν ἐπικρύψωσιν. ἀλλ’ οὐκ >ἐπὶ πολὺ ταῦτα ποιεῖν συνεχωρήθησαν. ἔστι γὰρ ὁ >τῶν ἐκκλησιῶν κύριος, ὁ ὑπὲρ τούτων καὶ ὑπὲρ πάντων >θάνατον ὑπομείνας, καὶ δι’ αὐτὰς τὴν εἰς οὐρανοὺς ἄνοδον >ἡμῖν δεδωκώς. >Πάλαι μὲν οὗν ἔγραψαν οἱ περὶ Εὐσέβιον καὶ Μάριν καὶ Θεό- >δωρον καὶ Θεογόνιον καὶ Οὐροάκιον καὶ Οὐάλεντα καὶ >καὶ Στέφανον Ἰουλίῳ τῷ συλλειτουργῷ ἡμῶν, τῆς Ῥωμαίων >κλησίας ἐπισκόπῳ, κατὰ τῶν προειρημένων συλλειτουργῶν >λέγομεν δὴ Ἀθανασίου τοῦ ἐπισκόπου Ἀλεξανδρείας καὶ >τοῦ ἐπισκόπου Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶ τοῦ Γάζης. ἔγραψαν >δὲ καὶ οἱ ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι,