Ancient Greek
3.14.10 to 3.14.11
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.14.10-11
Not analysed yet
ἀνεῴχθησαν δὲ αἱ θύραι· ἐγὼ δὲ πάλιν πρὸς τὴν διδάσκαλον ἔδραμον. ἡ δὲ σχῆμά μοι γυναικὸς περιθεῖσα καὶ σὺν αὐτῇ γε εἰς τὴν καμάραν καθίσασα τῷ θείῳ με πάλιν Μελετίῳ προσήγαγεν. ὁ δὲ τῷ τῶν ῾ιεροσολύμων με παρέδωκεν ἐπισκόπῳ (Κύριλλος δὲ καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν«. μετὰ δὲ τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε · καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἄλλων ἐδίδαξε. τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες τῆς σωτηρίας μετέλαχον.