Ancient Greek
Book 3, Chapter 14
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.14.9
Not analysed yet
ταῦτα ἐγὼ τοῦ ἀνδρὸς πρεσβύτου ἤδη γεγονότος διηγουμένου ἀκήκοα. προστέθεικε δὲ καὶ ταῦτα, ὡς ἔνθους γενόμενος καὶ θείας χάριτος ἐμπλησθεὶς συνέτριψε μὲν ἅπαντα τοῦ πατρὸς τὰ εἴδωλα, ἐκωμῴδει δὲ αὐτῶν τὴν ἀσθένειαν· ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισε τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι· »σοῦ γὰρ δὴ ἕνεκα« ,ἔφη, »ταῦτα πέπονθά τε καὶ δέδρακα ταῦτά μου« ,ἔφη »λέγοντος, ἐξέπεσε μὲν τὰ κλεῖθρα,