Ancient Greek · ~3 min
3.22.3 to 3.22.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.22.3-5
Not analysed yet
τοῦ δὲ ἀρίστου μεσοῦντος ἔφη πρὸς τὸν πατέρα· οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρωσε κλινομένην καὶ μετάγειν μὴ βουλομένην εἰς ἕτερα. μὴ δὴ οὑν βιάσῃ τὸν παῖδα τοῖς σοῖς δόγμασιν ἀκολουθεῖν οὐ βουλόμενον· οὐδὲ γὰρ ἐγώ σε«, ἔφη, »βιάζομαι τοῖς ἐμοῖς ἕπεσθαι, καίτοι μάλα ῥᾳδίως ἀναγκάσαι δυνάμενος«. ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας· »περὶ τούτου, ἔφη, »ὦ βασιλεῦ, τοῦ ἀλάστορος λέγεις τοῦ θεομισοῦς καὶ τὸ ψεῦδος τῆς ἀληθείας προελομένου; ‘ὁ δὲ πάλιν τὸ τῆς πραότητος περιθεὶς προσωπεῖον »παῦσαι«, ἔφη, »ἄνθρωπε, λοιδορούμενος«. καὶ πρὸς τὸν νέον ἀποκλίνας τὸ πρόσωπον· ἐγώ σου. ,ἔφη, »φροντιῶ, ἐπειδή σου τὸν πατέρα δρᾶσαι τοῦτο οὐκ ἔπεισα«. τοῦδε μέντοι τοῦ διηγήματος οὐ μάτην ἐμνήσθην, ἀλλὰ δεῖξαι βουλόμενος οὐ μόνον τοῦ θαυμασίου ἀνδρὸς τὴν ἀξιάγαστον παρρησίαν, ἀλλ’ ὅτι καὶ πλεῖστοι τῆς ἐκείνου κατεφρόνησαν δυναστείας.