Ancient Greek
Book 3, Chapter 23
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.23.1
Not analysed yet
Καὶ γὰρ καὶ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἢ κατὰ παιδαγωγὸν μετασχών, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένω· Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος, δυσσεβὴς δὲ οὕτος ὢν καὶ τὴν νίκην προσμένων καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπειλάς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα· »τί νῦν ποιεῖ«, λέγων ,»τοῦ τέκτονος ὁ υἱός ; «