Ancient Greek
Book 3, Chapter 3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.3.6
Not analysed yet
εἰ γὰρ καὶ τοῦ ὁμοουσίου τὸ πρόσρημα βουκοληθεὶς ὑπὸ τῶν ἀγόντων αὐτὸν ὁ Κωνστάντιος οὐ προσίετο, τὴν γοῦν τούτου διάνοιαν ἀκραιφνῶς ὡμολόγει. γνήσιον γὰρ υἱὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον τὸν θεὸν λόγον ὠνόμαζε καὶ τοὺς κτίσμα λέγειν τολμῶντας ἄντικρυς ἀπεκήρυττε ,τὴν δὲ τῶν εἰδώλων παντελῶς ἀπηγόρευσε θεραπείαν.