Ancient Greek
Book 3, Chapter 3
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 3.3.7
Not analysed yet
ἐρῶ δὲ αὐτοῦ καὶ ἕτερον ἄξιέ ἀξιέπαινον, ἱκανὸν τεκμηριώσαι τὴν περὶ τὰ θεῖα σπουδήν. ἐν γὰρ δὴ τῷ πρὸς Μαγνέντιον πολέμῳ ἅπασαν συναλίσας τὴν στρατιὰν μεταλαχεῖν ἅπαντας τῶν θείων συνεβούλευσε μυστηρίων, ἀεὶ μὲν ἄδηλον εἶναι λέγων τοῦ βίου τὸ τέλος, οὐχ ἥκιστα δὲ ἐν πολέμῳ, μυρίων ἑκατέρωθεν ἀφιεμένων καὶ βελῶν καὶ πελτῶν καὶ δοράτων καὶ μὲν δὴ καὶ ξιφῶν καὶ κοπίδων ἐπιφερομένων καὶ τῶν ἄλλῳ, ὀργάνων δι’ ὣν ὁ βίαιος ἐπάγεται θάνατος. »οὗ δὴ ἕνεκα χρὴ ἕκαστον τὴν ἀξιόκτητον ἐκείνην ἔχειν στολὴν ἧς ὅτι μάλιστα ἐν ἐκείνω τῷ βίω, δεόμεθα. εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω· ἀμυήτοις γὰρ συμπολεμεῖν οὐκ ἀνέξομαι. «