Ancient Greek
Book 4, Chapter 10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.10.5
Not analysed yet
καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις· »ἵνα τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν ; «καὶ διὰ τοῦ προφήτου δὲ περὶ τῶν τοιούτων φησὶν ὁ θεός· οἱ λέγοντες καθαρός εἰμι, μή μου ἅπτου· οὕτος καπνὸς τοῦ θυμοῦ μου«. ἀλλὰ τὴν τούτων διελέγχειν ἄνοιαν οὐ τοῦ παρόντος καιροῦ· οὑ δὴ ἕνεκα ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι τῆς διηγήσεως.