Ancient Greek
Book 4, Chapter 10
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.10.4
Not analysed yet
ἀλλὰ ταῦτα μὲν καὶ ὅσα τοιαύτα κατακρυπτουσιν οἱ τῆς ἐκείνου συμμορίας. φασκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων, ἐπειδὴ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ γόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι. διὰ ταῦτά φασίν ἐκεῖνοι καθ’ ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν. ἔστι μέντοι καὶ ἡ σκῆψις ἀλαζονείας μεστὴ καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ἀπόγονος.