Ancient Greek
4.13.1 to 4.13.2
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.13.1-2
Not analysed yet
τότε δὴ οὖν παρ’ αὐτὸν τῆς μυήσεως τὸν καιρὸν ὅρκοις δεσμεῖ τὸν τρισάθλιον, ὥστε καὶ τῇ τοῦ δόγματος δυσσεβείᾳ προσμεῖναι, καὶ τοὺς τἀναντία φρονοῦντας πάντοθεν ἐξελάσαι. Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπών, τῆς ἐναντίας μερίδος ἐγένετο· καὶ βραχέος διεληλυθότος χρόνου τὰ λειπόμενα τῶν ὀμωμοσμένων ἐπλήρωσεν. ἐξήλασε μὲν γὰρ ἐκ τῆς Ἀντιόχου τὸν μέγαν Μελέτιον, ἐκ δὲ Σαμοσάτων τὸν θεῖον Εὐσέβιον, Λαοδίκειαν δὲ Πελαγίου τοῖ θαυμασίου ποιμένος ἐστέρησεν· ὃς ἐδέξατο μὲν νέος ἰὸν τὸν τοῦ γάμου ζυγόν, ἐν αὐτῇ δὲ τῇ παστάδι. τῇ πρώτῃ τῶν γάμων ἡμέρᾳ, τὴν ἁγνείαν ἔπεισε ἦς κοινωνίας προτιμῆσαι τὴν νύμφην καὶ φιλοστοργίαν ἀδελφικὴν ἀντὶ γαμικῆς συναφείας ἔχειν αὐτὴν ἐξεπαίδευσεν.