Ancient Greek · ~3 min
Book 4, Chapter 13
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.13.3
Not analysed yet
οὕτω μὲν δὴ τὴν σωφροσύνην κατώρθωσεν. εἶχε δὲ καὶ τὰς ταύτης ἀδελφὰς ἀρετὰς ἐν ἑαυτῷ οὑν αὐτῇ χορευούσας· οὑ δὴ ἕνεκα ψήφῳ κοινῇ τὴν προεδρίαν ἐδέξατο. ἀλλ’ ὅμως οὐδὲ αἱ τῆς πολιτείας ἀκτίνες κατῄδεσαν τὸν τῆς ἀληθείας πολέμιον· ἀλλὰ τοῦτον μὲν εἰς τὴν Ἀραβίαν ἐξέπεμψεν, εἰς δὲ τὴν ᾿Αρμενίαν τὸν θεῖον Μελέτιον, εἰς δέ γε τὴν Θρᾴκην Εὐσέβιον τὸν τοῖς ἀποστολικοῖς ἱδρῶσι περιρρεόμενον. Οὑτος γὰρ πολλὰς τῶν ἐκκληησιῶν ἐρήμους εἶναι ποιμένων 4 [ιδ΄ μαθών, στρατιωτικὸν ἀμπεχόμενος οχῆμα καὶ τιάρᾳ καλύπτων τὴν κεφαλήν, καὶ τὴν Συρίαν περιῄει καὶ τὴν Φοινίκην καὶ τὴν Παλαιστίνην, πρεσβυτέρους χειροτονῶν καὶ διακόνους καὶ τὰ ἄλλα τάγματα τῆς ἐκκλησίας ἀναπληρῶν· εἰ δέ ποτε καὶ ἐπισκόπων ὁμογνωμόνων ἐπέτυχε, καὶ προέδρους ταῖς δεομέναις ἐκκλησίαις προὐβάλλετο.