Ancient Greek
4.15.3 to 4.15.7
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.15.3-7
Not analysed yet
οἱ δὲ τοῦ τῆς αἱρέσεως ἄγοις καὶ τὸ ὕδωρ μετεσχηκέναι νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις παρέπεμψαν ἕτερον δὲ αὐτοῖς κερασθῆναι προσέταξαν. τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχουσαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον. Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος οὕτω γὰρ ὠνομάζετο), Λούκιον αὐτοῖς ἀντ’ ἐκείνου προὐβάλοντο, προφανῆ λύκον καὶ τῶν προβάτων ἐπίβουλον. ἀλλὰ καὶ ποιμένος ἔρημα ὄντα τὰ πρόβατα τὰ ποιμένων εἰργάζετο· διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον. ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα, διήγημα. Μειράκια γὰρ δὴ κατὰ τὴν ἀγορὰν οφαῖραν ἀλλήλοις ἀντέπεμπον. τερπόμενα τῇ παιδιᾷ τούτου δὲ παριόντος. συνέβη τὴν σφαῖραν ἐκπεσοῦσαν διὰ τῶν τοῦ ὄνου διαβῆναι ποδῶν. οἱ δὲ ἀνωλόλυξαν, μύσους ἀναπλησθῆναι τὴν σφαῖραν ὑπειληφότες· ὁ δὲ συνεὶς ἐκέλευσεν ἑνὶ τῶν ἑπομένων προσμεῖναι καὶ γνῶναι τὸ δρώμενον. οἱ δὲ παῖδες πῦρ ἀνάψαντες καὶ τὴν σραῖραν διὰ τῆς φλογὸς ἀκοντίσαντες, οὕτω καθαίρειν ὑπέλαβον καὶ οἶδα μὲν ὡς μειρακιῶδες τοῦτο καἰ τῆς παλαιᾶς λείψανον συνηθείας· ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν.