Ancient Greek
Book 4, Chapter 15
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.15.8
Not analysed yet
Ο μέντοι Λούκιος οὐκ ἐξήλωσε τὴν Εὐνομίου πραότητα, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους τῶν ἱερωμένων ἐξοστρακίσαι τοὺς ἄρχοντας ἔπεισε, τοὺς δέ γε διαφερόντως τῶν θείων ὑπερμαχοῦντας δογμάτων εἰς αὐτὰ ἐξέπεμψε τῆς Ῥωμαίων ἡγεμονίας τὰ τέρματα · μάτα· Εὐόλκιον μὲν διακονίας ἠξιωμένον, εἰς Ὄασιν εἰς τὸ ἔρημον πολυθρύλητον, Ἀντίοχον δέ, καὶ τῇ Εὐσεβίου τοῦ μεγάλου συγγενείᾳ κοσμούμενον ἀδελφιδοῖς γὰρ αὐτοῦ ἐτύγχανεν ὤν), καὶ πολιοῖς οἰκείοις κατορθώ- μαcι λαμπρυνόμενον, καὶ μὲν δὴ καὶ ἱερωσύνης ἠξιωμένον, εἰς τινα τῆς Ἀρμενίας ἐσχατιάν.