Ancient Greek
4.19.4 to 4.19.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 4.19.4-5
Not analysed yet
ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ μειρακίοις ἔφη τούτους ἁρμόττειν τοὺς λόγους. »ἐκεῖνοι γὰρ καὶ οἱ ἐκείνοις προσόμοιοι περὶ τὰ τοιαῦτα κεχήνασιν· οἱ δὲ τοῖς θείοις λογίοις ἐντεθραμμένοι προέσθαι μὲν τῶν θείων δογμάτων οὐδεμίαν ἀνέχονται συλλαβήν, ὑπὲρ δὲ τούτων, εἰ δέοι, καἰ πάσας τοῦ θανάτου τὰς ἰδέας ἀσπάζονται. τὴν δὲ βασιλέως φιλίαν μέγα μὲν ἡγοῦμαι μετ’ εὐσεβείας, δίχα δὲ ταύτης ὀλεθρίαν ἀποκλῶ«.